Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, I. Διὰ τίνων ἄν τις συστήσαι τὸ πρῶτον αἴτιον κατὰ Ἀριστοτέλη.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1
Not analysed yet
Εἰ αἱ οὐσίαι πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὔθ᾿ αἱ οὐσίαι πᾶσαι φθαρταί. οὐ πάντα δὲ φθαρτά, ὅτι ἀδύνατον τὴν κίνησιν φθαρτὴν εἶναι· ἀίδιος γάρ. εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν, γινόμενον ὑπό τινος, καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν, ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν, τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ κίνησις ἤδη, ἀλλ᾿ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ παθεῖν, καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν, οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. ἀλλ’ ἡ κίνησις ἐν τῷ κινουμένῳ, ὥστε καὶ ἡ ἀίδιος ἐν τῷ ἀιδίως κινουμένῳ· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι, ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν (ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν), ἔτι ἐνδεχόμενον ἔσται τὸ ἐπιλιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον ὂν τῆς εὐτάκτου τε καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη, ἀίδιον σῶμα τὸ τὴν ἀίδιον κίνησιν κινούμενον. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ ταύτην κινούμενον ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον. ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου, τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπόντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ τοῦτο ὂν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ μὲν κατὰ ψυχὴν κινούμενον καθ᾿ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ᾿ ἔφεσίν τινος. ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσίν τινος κινούμενον. τοῦ δὲ καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσιν κινουμένου δεῖ εἶναί τι, οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ. πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασιν δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι, μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἀλλὰ καὶ ἀκίνητον ἔσται. εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος. ἀλλ᾿ εἰ ἀκίνητον, ἀσώματον. πᾶν γὰρ σῶμα καθ᾿ ὃ σῶμα κινητόν. ἔσται τις ἀίδιος οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ 〈αἰτία〉, οὖσα τῆς τοῦ κυκλοφορητικοῦ σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ᾿ ὑπ᾿ αὐτοῦ τὸ θεῖον σῶμα τῷ νοεῖν τὸ αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς ὁμοιώσεως αὐτοῦ. πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένου τοῦτον κινεῖται τὸν τρόπον. ἡ δεῖξις κατὰ ἀνάλυσιν. οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων τε καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρω|μένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα, καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος. ἡ γὰρ ὕλη, οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ, κατ᾿ ἀναλογίαν ἐστὶν νοητή, καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ, τὸ δὲ εἶδος νοητὸν ἐνεργείᾳ τι ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ, ἢ τὸ ἐν ἄλλῳ τινί, ὅτι καὶ μᾶλλον, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὃν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὃν ἐνεργείᾳ καὶ τῷ τῇ ἑαυτοῦ φύσει τὸ ἁπλοῦν νοητόν. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς ἐστι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία· μάλιστα αὕτη νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ αὑτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα. τοιοῦτον δὲ τοῦτο· τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ. ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ πάσχοντι, καὶ ἔστι πάσχον μὲν τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν. καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ· ἐν τῷ εἴδει τὸ καλὸν μᾶλλον, ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ |τῶν γενῶν. διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστιν. καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὃν καὶ πλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα. τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις, κυρίως καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.