Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, Chapter TOC
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] Chapter TOC
Not analysed yet
α. Διὰ τίνων ἄν τις συστήσαι τὸ πρῶτον αἴτιον κατὰ Ἀριστοτέλη. β. Περὶ χρώματός τινα. γ. Τίνων ὁρισμοί. δ. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ’ εἱμαρμένην, ἀναιρεῖσθαι τὸ δυνατὸν καὶ ἐνδεχόμενον. ε. Διὰ τί ἡ αὔξησις κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην. Ϛ. Πῶς εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ κατὰ τὸ ψυχρὸν ἢ κατὰ τὸ ὑγρόν, ἡ μὲν εἰς τὸ θερμὸν αὐτοῦ ἐκ τοῦ ψυχροῦ μεταβολὴ οὐ φθείρει αὐτό, ἡ δὲ ἐκ τοῦ ὑγροῦ εἰς τὸ στερεὸν φθείρει. ζ. Πῶς οὐκ ἐναντία τὸ μέγα καὶ τὸ μικρόν, εἴ γε εἰς ἐναντία μὲν ἡ μεταβολή, τὸ δὲ αὐ|ξόμενον καὶ μειούμενον εἰς ταῦτα μεταβάλλει. η. Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ. θ. Πῶς οὐχὶ τῇ εὐεξίᾳ ἡ νόσος ἀντίκειται μᾶλλον τῆς καχεξίας. ι. Πῶς εἰ τέσσαρα τὰ αἴτια, οὐκ ἔστιν καὶ ἐν τοῖς θείοις τὸ ὑποκείμενον ὕλη. ια. Πῶς εἴρηται ἐν τοῖς περὶ ψυχῆς· τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν, ἢ ὕστερον. ιβ. Πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι καὶ λυπεῖσθαι, εἰ ἐναντία ταῦτα. ιγ. Ὅτι μὴ ὁμοίως κατά τε τὰς ἄλλας αἱρέσεις καὶ κατ᾿ Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγεν Κηνσωρῖνος ὁ Ἀκαδημαικός. ιδ. Ὅτι καθ᾿ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις παρέχουσιν ἀγαθόν. ει. Ὅτι εἰ ἡ αὐτὴ ὕλη καὶ ἐν τοῖς θείοις, ἔσται κἀκεῖνα φθαρτά. ιϚ. Λέξεως ἐξήγησις εἰρημένης ἐν τῷ Φυσικῆς ἀκροάσεως περὶ τοῦ τὰ ἐναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας. ιζ. Ὅτι μὴ τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ. ιη. Ὅτι μὴ οἷόν τε τὸν κόσμον ἄφθαρτον εἶναι διὰ τὴν βούλησιν τοῦ θεοῦ, εἰ εἴη φθαρτὸς τῇ ἑαυτοῦ φύσει. |ιθ. Πῶς ἡ αὐτὴ δύναμις ἅμα τῶν ἐναντίων εἶναι λέγεται. κ. Διὰ τί τοῦ θέρους ὑπνωτικώ τεροί ἐσμεν, εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν. κα. Ἐν τίνι κατηγορίᾳ ἡ κίνησις. κβ. Εἰ τὸ κινούμενον ἐπί τινος κατὰ τὸ πρότερον μόριον αὐτοῦ πρότερον κινεῖται. κγ. Πῶς εἰ φθαρτὴ ἡ γῆ, οὐκ ἐνδέχεται αὐτὴν καὶ ἅμα ποτὲ φθαρῆναι. κδ. Ἐξήγησις λέξεως ἐκ τοῦ α Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει εἰρημένης, δι᾿ ἧς λέγει εὑρεθεῖσαν τὴν ὕλην λῦσαι καὶ τὰς τῶν ἀρχαίων ἀπορίας. κε. Εἰς τὰ περὶ προνοίας τινὰ συντελοῦντα. κϚ. Πῶς τὸ εἶδος ἐν τῇ ὕλῃ, πότερον καθ᾿ αὑτό, ἢ κατὰ συμβεβηκός. |