Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XXVI. Πῶς τὸ εἶδος ἐν τῇ ὕλῃ, πότερον καθ᾿ αὑτὸ ἢ κατὰ συμβεβηκός.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1-14
Not analysed yet
Εἰ μὲν λέγοι τις ἐν τῇ ὕλῃ γίνεσθαι τὸ εἶδος καθ᾿ αὑτό, ἔσται ἐν τῇ οὐσίᾳ τῆς ὕλης τὸ εἶδος καθ᾿ αὑτό, εἰ τὸ καθ᾿ αὑτὸ ὑπάρχον τινὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. ἀλλ᾿ εἰ τοῦτο, συμφθείροιτ᾿ ἂν ἡ ὕλη τῷ εἴδει φθειρομένῳ. ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶ τῆς ὕλης τὸ εἶδος. οὐ γὰρ σἷόν τε |ὕλην εἶναι ἄνευ τοῦ οἰκείου εἴδους, ἀλλὰ φθαρέντος τοῦ εἴδους ἢ χωρισθέντος οὐκέθ᾿ οἷόν τε ἐκείνην τὴν ὕλην εἶναι, ἧς ἦν εἶδος ἐκεῖνο, ἀλλὰ ἁμα ἐστίν, ὥστ᾿ εἰς τὸ εἶναι ὕλῃ συμβάλλεται αὐτῇ ἡ παρουσία τοῦ εἴδους. καθ᾿ αὑτὸ οὖν ὑπάρχει τὸ εἶδος τῇ ὕλῃ ὡς ἐν τῇ οὐσίᾳ αὐτῆς ὄν, ὥσπερ καὶ τῳ Κῴῳ ὁ ἄνθρωπος καὶ παντὶ τῷ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντι καθ᾿ αὑτὸ ὑπάρχοντι αὐτῷ. ἔτι τε τοὐκ ἔσται ἐν τῇ αὑτῆς φύσει ἔχουσα τὸ τῶν εἰδῶν δεκτικόν, ἀλλ᾿ αὐτὰ τὰ εἴδη. ἔτι ἤτοι ἑκάστη ὕλη ἅμα τὰ εἴδη πάντα ἕξει, ὃ ἀδύνατον (ἔστι γὰρ καὶ ἐναντίωσις ἐν τοῖς ἐνύλοις εἴδεσιν, ὡς ἐπὶ τῶν στοιχείων ὁρῶμεν, ἐξ οὗ δῆλον ὅτι μὴ πάντα ἐν τῇ αὐτῇ· ἔτι εἰ εἶχε πάντα ἡ αὐτή, οὐκ ἂν ἦν ἡ κατὰ γένεσιν μεταβολή), εἰ δ᾿ ἄλλη ἄλλο, ἄφθαρτον ἂν ἕκαστον ἦν τῶν ἐνύλων. εἰ δ᾿ ἦν φθαρτόν, καὶ ἡ ὕλη ἂν συνεφθείρετο, ἐδείχθη δ᾿ ἀίδιος οὖσα. ἀλλ᾿ οὐδ᾿ ὡς τὰ συμβεβηκότα τῇ ὕλῃ τὰ εἴδη ἐστὶν ἐν αὐτῇ. ἔσται γὰρ ἐν ὑποκειμένῳ αὐτῇ, καὶ ἤτοι οὐσία ὄντα συμβεβηκότα ἔσται, ὃ ἄτοπον, ἢ εἰ συμβεβηκότα εἴη καὶ τῆς φύσεως τῶν συμβεβηκότων, ἔσται ἡ οὐσία συναμφότερος ἐξ ὕλης καὶ συμβεβηκότος, οὕτω δ᾿ οὐκ ἔσται ἁπλῶς ἡ συναμφότερος οὐσία οὐσία, ἀλλ᾿ ὥσπερ τῶν κατὰ τέχνην γινομένων ἕκαστον. ἔτι εἰ μὲν ἦν ἡ ὕλη χωρὶς εἴδους εἶναι δυναμένη, ἐδύνατ᾿ ἂν ἐν ὑποκειμένῳ εἶναι αὐτῇ τὸ εἶδος, εἰ δὲ |σὺν εἴδει ἡ ὑπόστασις αὐτῇ, καὶ ἔστιν οὕτως ἐν ὑποκειμένῳ αὐτῇ γινόμενον τὸ εἶδος, ὡς οὔσῃ μετ᾿ εἴδους καὶ ἐν ὑποστάσει καὶ ἤδη σώματι, ἤτοι ἐν ἐκείνῳ ἔσται τῷ σώματι τῷ ἔχοντι τὸ εἶδος, ἐξ οὗ τῇ ὕλῃ ἡ εἰς τοῦτο μεταβολή (ὃ ἀδύνατον· πῶς γὰρ οἷόν τε ἐν τῷ φθειρομένῳ τῇ εἰς τοῦτο μεταβολῇ λέγειν εἶναι τοῦτο, ⟨ὅ⟩ οὐχ οἷόν τε ἐκείνου σωζομένου γίνεσθαι ἐν αὐτῇ;) ἢ ἐν τῇ τοῦτο ἐχούσῃ τὸ εἶδος εἰς ὃ μεταβέβληκεν. ἀλλ᾿ οὐδ᾿ ἐν τούτῳ οἷόν τε, εἴ γε τοῦτο μὲν τὸ σῶμα ἐκ τῆς ὕλης καὶ τούτου τοῦ εἴδους τὸ εἶναι ἔχει, οὐδὲν δὲ αὐτὸ αὑτῷ συμβέβηκεν. καὶ ἦν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρος ὃν ἐν ᾧ ἐστιν, τὸ δ᾿ εἶδος τοῦτο μέρος ἐστὶ τοῦ ὑποκειμένου. μήποτ᾿ οὖν οὕτως συμβεβηκὸς ἐν τῇ ὕλῃ τὸ εἶδος, καὶ ἐν ὑποκειμένῳ καθ᾿ αὑτὸ οὕτως, ὡς λέγεται καθ᾿ αὑτὰ ὑπάρχειν τινὶ τὰ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντα, ἀλλ᾿ ἐπεὶ ἦν καὶ ἄλλος τρόπος τοῦ καθ᾿ αὑτό, οὗ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μνημονεύουσιν, οὗτος δ᾿ ἐστὶν καθ᾿ ὃν ἐλέγετο καθ᾿ αὑτὸ ὑπάρχειν τινί, οὗ ἐν τῷ ὁρισμῷ τὸ ᾧ ὑπάρχει παραλαμβάνεται, καθ᾿ ὃν τρόπον τοῦ καθ᾿ αὑτὸ ὁ περιττὸς ἀριθμὸς καὶ ἄρτιος ὑπάρχουσιν τῷ ἀριθμῷ (ἑκάτερον γὰρ αὐτῶν ὁριζόμενοι τῷ ἀριθμῷ ἐν τῷ ὁρισμῷ χρώμεθα αὐτῶν λέγοντες τὸν |μὲν περιττὸν ἀριθμὸν εἰς ἄνισα διαιρούμενον, τὸν δ᾿ ἄρτιον ἀριθμὸν εἰς ἴσα διαιρούμενον)· δοκεῖ γὰρ καὶ ἐν τῷ τοῦ ἐνύλου εἴδους λόγῳ ἡ ὕλη παραλαμβάνεσθαι, ἐν ᾗ ἐστι. παντὶ μὲν γὰρ ἐνύλῳ κατὰ τὸ εἶδος ὁ λόγος (κατὰ γὰρ τοῦτ᾿ αὐτῷ τὸ τί ἦν εἶναι), οὐ μὴν ἀλλὰ καὶ τῆς ὕλης ἀναγκαῖον μνημονεύειν αὐτόν· καὶ γὰρ σαρκὸς καὶ ὀστοῦ, ἀλλὰ καὶ χειρὸς καὶ προσώπου οἱ λόγοι τοιοῦτοι. καὶ τὴν ψυχὴν δὲ ὁριζόμενοι εἶδος οὖσαν ἔνυλον ἐν τῷ ὁρισμῷ αὐτῆς καὶ τὸ οὗ ἐστι παραλαμβάνομεν. τοῦτο γὰρ σημαίνεται ὑπὸ σώματος φυσικοῦ ὀργανικοῦ. καὶ ὡς ἐπὶ τῶν ἀριθμῶν οὐ πᾶς μὲν ἀριθμὸς περιττός, οὐδὲ πᾶς ἀριθμὸς ἄρτιος, πᾶς μέντοι ἄρτιος ἀριθμός, καὶ πᾶς περιττὸς ὁμοίως ἀριθμὸς καὶ οὗτος, οὕτως καὶ ἐπὶ τοῦ εἴδους καὶ τῆς ὕλης οὐ πᾶσα μὲν ὕλη μετὰ τοῦδέ τινος τοῦ εἴδους, πᾶν δὲ ἔνυλον εἶδος ἐν ὕλῃ, καὶ ὡς ἐπ᾿ ἐκείνων ὁ μὲν ἀριθμὸς οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὸ ἄρτιον ἢ περιττὸν μεταβολῇ, τὸ δ᾿ ἄρτιον καὶ περιττὸν ἐν αὐτῷ παρὰ μέρος φθείρεται τῇ εἰς τὰ εἴδη μεταβολῇ, οὕτω καὶ ἡ ὕλη οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὰ εἴδη μεταβολῇ, τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται ἐν τῇ τῆς ὕλης εἰς αὐτὰ μεταβολῆ.