Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, Chapter TOC
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] Chapter TOC-2
Not analysed yet
α. Ὅτι ἕπεται τοῖς καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συντιθεῖσι τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς κινεῖσθαι. β. Ἐξήγησις λέξεως ἐν τῷ ά περὶ ψυχῆς |τέλους εἰρημένης εἰς ἀναίρεσιν τοῦ τὴν ψυχὴν αὐτοκίνητον εἶναι. γ. Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος ἐγγινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι. δ. Ὅτι εἰ τοῦ ἐφ᾿ ἡμῖν τὸ ἀντικείμενον μὴ ἐφ᾿ ἡμῖν, οὐδὲ αὐτὸ ἐφ᾿ ἡμῖν, οὐδὲ τὸ ἐφ᾿ ἡμῖν ἐφ᾿ ἡμῖν ἐστι. ε. Περὶ τοῦ ὅτι καὶ τὸ ἐφ᾿ ἡμῖν καθ᾿ εἱμαρμένην. Ϛ. Πῶς καὶ ἀκίνητον εἴη ἂν τὸ πρῶτον κινοῦν, εἴ γε ὥς φησιν ἕκαστόν ἐστιν ὧν ἐστιν ἔργον ἕνεκα τοῦ ἔργου, θεοῦ δ᾿ ἐνέργεια ἀθανασία, τοῦτο δ᾿ ἔστι, ζωὴ ἀίδιος, ὥστ᾿ ἀνάγκη τῷ θεῷ κίνησιν ἀίδιον ὑπάρχειν. ζ. Τίς ἔσται ἡ ὕλη, εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχηματίσθαι. η. Πῶς οὐκ αὐτὸ δι᾿ αὑτοῦ ὡρίσατο τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. θ. Πῶς οὐ πρός τι ἡ ψυχή, εἰ ἐντελέχεια σώματος τοιούτου. ι. Ὅτι μὴ αὐτοκίνητος ἡ ψυχή. ια. Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως ὡς μεταβάλλον ἅμα καὶ ἐκ τοῦ ἐναντίου αὐτῷ μεταβάλλει, εἴγε μὴ ταὐτὸν ἢ τε στέρησις καὶ τὸ ἐναντίον. ιβ. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα χωρεῖν διὰ σώματος. ιγ. Πρὸς τοὺς ἐκ τῶν τριγώνων τὰ σχήματα καὶ τὰ εἴδη τῶν σωμάτων συγκεῖσθαι λέγοντας, οὐ τὰ σώματα. ιδ. Εἰ τὰ κοινὰ νοήματα οὐ σῶμα, οὐδ᾿ ἂν τὸ κοινὸν σῶμα, σῶμα εἴη ὥστ᾿ οὐδ᾿ ὁρισμὸς αὐτοῦ σώματος ὁρισμὸς ἔσται. ιε. Πῶς λέγομεν τὴν αὐτὴν δύναμιν ἅμα τῶν ἐναντίων εἶναι. ιϚ. Πῶς οὐχ ὁμοίως ταῖς στοχαστικαῖς τέχναις καὶ ἄλλαι τέχναι τέλος ἕξουσι τὸ πάντα τὸ παῤ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν. ιϚ. Ὅτι οὔκ, εἰ ἔστιν τοῦ ὡς ὑπεκκαύματος πυρὸς ὃ καὶ στοιχεῖόν ἐστιν θερμότερόν τι ἄλλο πῦρ, διὰ ταύτην τὴν αἰτίαν μίξει τοῦ ἐναντίου τοιοῦτον ἐκεῖνο εἶναι. ιη. Περὶ τοῦ τὴν φύσιν ἀρχὴν κινήσεως εἶναι. ιθ. Ὅτι εἰ ὁ κόσμος ἀίδιος, τὸ δὲ κόσμῳ εἶναι αὐτῷ ἡ τάξις ἐστίν, εἴη ἂν ἐν τῇ οἰκείᾳ οὐσίᾳ αὐτοῦ καὶ τοῦτο. κ. Πῶς τὸ μεταβάλλον εἴς τι καθ᾿ ἣν ἔχει δύνα|μιν τηρεῖ τὴν δύναμιν καὶ μετὰ τὸ μεταβάλλειν εἰς ὃ μετέβαλλεν. κα. Ὅτι μὴ κατὰ συμβεβηκὸς ἡ πρόνοια κατὰ Ἀριστοτέλη. κβ. Ἐξήγησις λέξεως ἐκ τοῦ δευτέρου Περὶ γενέσεως καὶ φθορᾶς ἄλλως ἔχουσα παρὰ τὴν ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι. κγ. Περὶ τῆς ἡρακλείας λίθου. κδ. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς μετ᾿ ὀλίγον τῆς ἀρχῆς. κε. Ἄλλης λέξεως ἐκ τοῦ αὐτοῦ ἐξήγησις. κϚ. Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις. κζ. Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις. κη. Ὅτι μὴ ἡ ὕλη γένος.