Ancient Greek
31.1 to 31.3
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 31.1-3
Not analysed yet
Διαφορὰ τοίνυν πυρετῶν ἡ μὲν οὐσιώδης, ἡ δ᾽ ἐπουσιώδης· καὶ οὐσιώδης μὲν ἡ ἐκ τῆς οὐσίας αὐτῆς τῶν πυρετῶν γινομένη, ἐπουσιώδης δὲ ἡ ἐκ τῶν ἐπισυμβαινόντων τῇ οὐσίᾳ τῶν αὐτῶν, προσεχῶς τε καὶ πόρρω αμβανομένη. Οὐσία μὲν γὰρ πυρετῶν ἡ παρὰ φύσιν θερμότης, καθάπερ εἴρηται· ἡ γὰρ οὐσία τούτων τὸ μᾶλλον ἐπιδέχεται καὶ τὸ ἧττον· ἔστι δὲ καὶ ἐν ὑποκειμένῳ συμβεβηκός τι οὖσα, καὶ μὴ δυναμένη καθ᾽ αὑτὴν εἶναι ἢ καὶ ἐν τῷ ποιητικῷ ταύτης· αἰτίῳ. Πρὸς δὲ καὶ τρόπον ἔχει κινήσεως τῇ τοῦ, ἐν ᾧ ἐστι, φύσει τε καὶ ποιότητι, εἴθ᾽ ὑποκείμενον, εἴτε αἴτιον εἴη. Ἔι δὲ καὶ συμπτώματά τινα ἀπεργάζεται.