Ancient Greek
Chapter 31
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 31.4
Not analysed yet
Εἰκότως αἱ μὲν τῶν διαφορῶν οὐσιώδεις εἰσί τε καὶ λέγονται, οὐ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβανόμεναι, καθ᾽ ἃς μικρούς τε καὶ μεγάλους ὀνομάζομεν πυρετούς, οὐ κυρίως μὲν ἐπὶ πολλοῦ πράγματος ὄνομα ποιότητος ἐπιφέροντες, ὅμως δ᾽ οὖν εἰθισμένοι τοῦτο ποιεῖν οὐκ ἐπὶ πυρετῶν μόνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων μορίων, ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων καὶ μικρῶν· αἱ δὲ ἐπουσιώδεις αἱ λοιπαὶ πᾶσαι διαφοραί, αἵ τε παρὰ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, ἐν ᾧ ἡ παρὰ φύσιν θερμότης καὶ αἱ παρὰ τὸν τῆς κινήσεως τρόπον, ἔτι δὲ καὶ παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος· ταῦτα γάρ, ἥ τε ὕλη, ὅ,τε τῆς κινήσεως τρόπος, καὶ τὰ ξυμπτώματα ἐπισυμβέβηκε τῇ παρὰ φύσιν θερμότητι, καὶ οὐ κατ᾽ οὐσίαν ὑπάρχει ταύτῃ.