Ancient Greek
310.1
Alexander, Dedicatio Ad Cosman 310.1
Unproofread scanNot analysed yet
Περὶ τῶν ἐφημέρων πυρετῶν. εἰσιέναι εἰς τὴν τοῦ ὕδατος θερμοῦ δεξαμενὴν μὴδ’ ὅλως ἐν τῷ ἀέρι διαμείναντα πολλὴν ὥραν, ἀλλὰ παρόδῳ μόνον χρώμενον · οὕτω γὰρ ὑγρανθήσεται καὶ οὐ δέος ἔσται, μὴ διαχαις καὶ ἐκπυρωθεὶς ὑπὸ τοῦ ἀέρος ἕτερον πάλιν ἐπικτήσηται πυρετόν. αὕτη μὲν 1) ἡ ἀγωγή πᾶσι τοῖς ἐπὶ κόπω 2) συμβάλλεται καὶ μάλιστα τοῖς ἔχουσι θερμότεραν τὴν κράσιν. οὐκ οἶδα οὖν, διὰ τί ὁθειότατος Γαληνὸς ἐλαίῳ μὲν ἐχρήσατο μόνον χλιαρῷ, τὴν δὲ διὰ τοῦ ὕδατος μίξιν 3) ἐφυγεν · ἔξω γὰρ ἐστι καὶ ψυχρὸν αὐτῷ ὕδωρ μίζει, 4) ἐπὶ δὲ καὶ χλιαρόν, καὶ ἀπλῶς πρὸς τὴν κράσιν ἑκάστου καὶ πρὸς τὴν ἐκτροπὴν τῆς θερμασίας καὶ τῆς ξηρότητος τῆς ἐκ τοῦ κόπου 5) τεχθείσης οὕτω χρησάθω καὶ τῇ ἀλοιφῇ. εἰ δὲ καὶ θελήσειας 6) αὐτοὺς ἐκ δεύτερου πάλιν λούσαι καὶ οὕτω πάλιν ἀλεῖψαι 7) καὶ εἰς τὴν τοῦ θερμοῦ δεξαμενὴν ἐμβιβάσαι καὶ ποιῆσαι 8) ἐγγρονίσαι, μεγάλως γε οὕτως 9) αὐτοὺς ὠνήσεις, ὡς ὑποστρέψαντας αὐτοὺς ἀπὸ 10) λουτροῦ παντελῶς ἐπιλαθέσθαι τοῦ κόπου καὶ πάσης δυσκρασίας · καὶ ταύτῃ τῇ ἀγωγῇ κεχρῆσθαι καὶ ἐπὶ τῶν δι’ ἀγρυπνίαν πυρεζάντων καὶ ἐπὶ λύπῃ καὶ ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου. λοιπὸν δὲ καὶ περὶ 11) τῶν διὰ συμβάσεων 12) ἀπεψίαν πυρεζάντων τὸν ἐφήμερον πυρετὸν διαλάβωμεν.