Ancient Greek
318.5
Alexander, Dedicatio Ad Cosman 318.5
Unproofread scanNot analysed yet
Περὶ ἁπμιφρων πυρετῶν ἐπὶ ἐμβροχῇ γινομένων. Γίνεται δὲ καὶ διὰ γλαύχρους χυμοὺς καὶ παχύς ὁ ἁπμιφρων πυρετὸς ἀδιαπνευστόνων καὶ δριμυτέρων γινομένων δηλονότι διὰ τὴν ἀδιαπνευστίαν τῶν περιττωμάτων· προσέχειν οὖν ἀκριβῶς ἐνταῦθα χρή τὸν νοῦν καὶ διαγινώσκειν, εἰτε πλήθος μόνον ἐστὶ τὸ ποιήσαν τὴν ἐμβροχὴν εἰτε παχύτης μόνη καὶ γλαυχρότης χυμῶν· εἰ μὲν γὰρ πλήθος ἐστὶ, κενώσαι δεῖ πρὸ γε πάντων διὰ φλεβτομίας· εἰθ’ οὕτω τοῖς κατὰ μέρος χρήσασθαι βοηθήμασιν, ἕτα τε γαλᾶν καὶ διαφορεῖν ἢ λασπύνειν δύναται· εἰ γὰρ μὴ κενώσας τοῖς γαλακτικοῖς ἢ διαφορεύσι βουληθεῖς τις χρήσασθαι,