Ancient Greek
342.1
Alexander, Dedicatio Ad Cosman 342.1
Unproofread scanNot analysed yet
κεφ. γ´. Περί συγχοπῆς τῆς ἐν πυρετοῖς γινομένης. Γίνονται δὲ συγχοπαι δυνάμεων 1) ἐπὶ τῶν κακυνόντων αἰφνιδίως ἢ διὰ πλήθος χυμῶν ὑποτέρων καὶ μάλιστα βαρυνόντων τὸ στόμα τῆς γαστρός ἢ διὰ χολώδεις καὶ ὑπερλέπτους 2) χυμοὺς καὶ διαφερομένους ἐτοίμως, ἐσθ᾽ ὅτε δὲ καὶ συρρέοντας 3) εἰς τὸ στόμα τῆς γαστρός, ὥστε καὶ διὰ τοῦτο συμβαίνειν ἐπὶ πλέον συγχέπεσθαι τὴν δύναμιν. ἐπεὶ 4) σὺν οὐ διὰ μίαν αἰτίαν, ἀλλὰ καὶ δι᾽ ὧμεὺς χυμοὺς ἐπηγίζονται συγχοπαι καὶ διὰ λεπτοὺς καὶ χολώδεις, εἰδέναι δεῖ καὶ διακρίνειν, ὅπως γιγνώσκειν τὰς τούτων διαφορὰς. ἄνευ γὰρ διαγνώσεως οὐχ οἷόν τε ἀρμόζεσθαι καλῶς πρὸς ἑκάστην αἰτίαν.