Ancient Greek
416.14
Alexander, Dedicatio Ad Cosman 416.14
Unproofread scanNot analysed yet
Περὶ ἀλοιφῆς. Ἀλοιφὴ δὲ χρηστέον ἀποβλέποντας πρὸς τὸ μέγεθος τῆς φρίκης καὶ τοῦ πυρετοῦ καὶ τοῦ κάμνοντος τὴν δύναμιν. εἰ μὲν γὰρ τῆς περιφλέξεως γνομένης πολλῆς καὶ φρίκης ὁ πυρετὸς μὴ φαίνοιτο σοὶ πάνυ σφοδρὸς μήτε ἡ δύναμις ἀσθενής, ἀλλ’ ἐρρωμένη, μᾶλλον χῆρησο τοῖς ἰσχυροῖς ἀλείμμασι εἰς τὸ θερμάναι καὶ μετασυγκρίναι καὶ λεπτύναι δυναμένοις τὴν ἐπιφάνειαν. εἰ δὲ τοὐναντίον μήτε ἡ δύναμις ἰσχυρὰ φαίνοιτο μήτε περιφλέξις πολλὴ οἱ τε πυρετοὶ σφοδροὶ γινόμενοι, τῇνιχᾶτα τοῖς μετρίως λεπτοῦσι καὶ ἀραιοῦσι τὴν ἐπιφάνειαν δεῖ κεχρῆσθαι. εἴπωμεν οὖν περὶ διαφορᾶς ἀλειμμάτων τοῦτο αὐτὸ προσδιοριζόμενοι, ποῖα μὲν ἰσχυρότερα, ποῖα δὲ ἀσθενέστερα.