Ancient Greek
464.2
Alexander, Dedicatio Ad Cosman 464.2
Unproofread scanNot analysed yet
Τὸ διὰ λαδάνου. 8) Λάδανον ἀπόβρεξον 9) ἐν 10) μυρσινelaίῳ 11) καὶ οἴνῳ 12) ὡς μέλιτος ἔχειν πάχος καὶ χρίε 13) τὴν κεφαλὴν καὶ πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον· βέλτιον δ’ ἐστὶ καὶ πολύτριχον προσεμβάλλειν, 14) ὅ τινες ἀδίαντον καλοῦσι, πρὸς ἡμισυ μέρος τοῦ λαδάνου καὶ χρῖεσθαι μετὰ μυρσινelaίου ἀναλαμβανόμενον· 15) εἰ δὲ χειμὼν εἴη 16) καὶ ψυχρὰν ἔχοι 17) τὴν κεφαλὴν ὁ κάμνων, καὶ τῶν μικρὰ 18) θερμαινόντων καὶ ἀραιωτικῶν πρόσπλεκε τῷ βοηθήματι, οἷον νάρδου ὀλίγου καὶ κυπρίνου ἢ ἄλλου τινὸς λεπτομεροῦς καὶ εὐώδους βοηθήματος.