Ancient Greek
476.1
Alexander, Dedicatio Ad Cosman 476.1
Unproofread scanNot analysed yet
Περὶ ἀχώρων. κεφ. η´. Περὶ ἀχώρων. Καὶ ὁ ἀχώρ πάθος ἐστὶ περὶ τὴν ἐπιφάνειαν τῆς κεφαλῆς γινόμενον 1), μικρὰς διατρήσεις 2) ἔχον, ἐξ ὧν ἕξεισιν ὑγρόν ἰχώρι παραπλήσιον· 3) διὰ τοῦτο καὶ ἀχώρ τὸ πάθος καλεῖται. 4) ἔστι δὲ τὸ παραχρέον ὅτε μὲν 5) χολώδες ἢ φλεγματώδες, ὅτε δὲ καὶ μελαγχολικόν. 6) διαγιγνώσκειν οὖν χρὴ τὸ κυρίως αἴτιον· οὐγ ἡ αὐτὴ γάρ ἐστιν ἐπὶ πάντων θεραπεία. χολώδους μὲν γὰρ ὄντος τοῦ πλεονάζοντος περιττώματος λεπτόν ἐστι τῇ συστάσει καὶ ὑπωχρον 7) τῇ χροιά· εἰ δὲ μὴ λεπτόν τῇ συστάσει, 8) ἀλλὰ παχύ καὶ γλίσχρον, φλέγμα 9) τὸ πλεονάζον καὶ ποιοῦν τὸν ἀχώρα· 10) εἰ δὲ μηδὲν τούτων εἴη, φαίνοιτο δὲ οἱ τόποι, ἐξ ὧν ἀπορρεῖ τὸ ὑγρόν, σκληροὶ μᾶλλον 11) καὶ ὑπερέχοντες τῆς ἐπιφανείας καὶ στεγνότεροι, ὡς μηδὲν ἐξ αὐτῶν ἀπορρεῖν ἢ μόλις ὀλίγον, γίνωσκε μελαγχολικὸν εἶναι τὸ ποιοῦν αἴτιον 12) τὸν ἀχώρα. λοιπὸν δὲ καὶ τὰ προηγησάμενα αἴτια, ἢ τε κράσις τοῦ πάσχοντος 13) καὶ ἡ ἡλικία καὶ ἡ γεύσις. πικρότητος μὲν γὰρ αἰσθάνονται, οἷς χολώδες ἐστὶ τὸ αἴτιον· ἀλμυρᾶς δὲ ποιότητος, οἷς 14) τὸ φλέγμα, ἰώδους 15) δὲ, οἷς μελαγχολικός 16) ἐστὶ χυμός. 17) ἀπὸ τῆς ἀφῆς δὲ διαγιγνώσκειν ἐστὶ σοι δυνατόν· θερμότερα γὰρ σοι φαίνεται ἐφ´ ὧν ἐστὶ χολώδες, ψυχρότερα δὲ ἐφ´ ὧν φλεγματώδες, ἥττον δὲ ψυχρὰ ἐφ´ ὧν μελαγχολώδες. οὕτω μὲν διαγιγνώσκεις τοὺς τίκτοντας τὸν ἀχώρα 18) χυμοὺς.