Ancient Greek
500.3
Alexander, Dedicatio Ad Cosman 500.3
Unproofread scanNot analysed yet
Σημεῖα αὐτῆς ἔστωσαν ταῦτα. Εἰ μὲν οὖν βάρους αἴσθησις γένοιτο 9) πολλὴ κατὰ τι 10) μόριον, δῆλον ὡς οὐ 11) κατὰ ποιότητα μόνον 12) ἀτμοὶ τινες, ἀλλὰ πλήθος ὕλης τὸ τὴν ἐμφραξιν ἐργαζόμενον. γνωρισθήσεται δέ σοι σαφέστερον 13) πρὸς τοῖς εἰρημένοις ἅπασιν ἐπισκεπτομένῳ τὸ τοῦ πάσχοντος ὅλον σῶμα, εἰ φύσει πληθωρικόν ἐστιν ἢ οὔ, καὶ τὰ προηγησάμενα πάντα. οὕτω γὰρ ἅπαντα περισκοποῦντί σοι 14) βεβαιότερα γενήσεται ἡ διάγνωσις.