Ancient Greek
502.6
Alexander, Dedicatio Ad Cosman 502.6
Unproofread scanNot analysed yet
Θεραπεία. Οὕτω μὲν οὖν¹⁰) οἱ¹¹) εὐμεθόδως¹²) χρώμενοι ἴασθαι δύνανται¹³) τὰς πολυχρονίους διαθέσεις τῆς κεφαλίας. ¹⁴) εἰ γὰρ διὰ πλήθος γίνοιτο¹⁵) ἡ διάθεσις, τοῦ ὅλου πρῶτον ποιεῖσθαι πρόνοιαν¹⁶) κενοῦντας¹⁷) πρῶτον τὸ πλεονάζον προσφόρως ἤτοι¹⁸) διὰ φλεβοτομίας ἢ¹⁹) καθάρσεως· εἰ δὲ οὐκ ἐστὶν ὅλον²⁰) τὸ σῶμα πληθωρικόν, αὕτη δὲ μᾶλλον ἡ κεφαλὴ φαίνοιτό σοι τὴν αἰτίαν ἔχειν διὰ τὸ εἶναι αὐτὴν φύσει εὐπαθῆ καὶ εὐπλήρωτον καὶ ἐπισπάσθαι εἰς ἑαυτὴν²¹) δυναμένην δ, τι ἀν²²) εὑρῃ²³) κείμενον ἐν τῇ γαστρί, τοῦ μὲν ὅλου²⁴) φειδεσθαι σώματος καὶ μήτε φλεβτομεῖν ἀπλῶς ἢ²⁵) καθαίρειν, ἀλλ’ αὐτῆς προηγουμενῶς δεῖ ποιεῖσθαι πρόνοιαν ὡς πρωτοπαθοῦσης. καὶ εἰ μὲν τοὺς ἐγκειμένους²⁶) χυμοὺς ὑπολαμβάνεις²⁷) ψυχροὺς εἶναι εἴτε ὑπὸ θερμότητος ἐλκυσθέντας εἴτε δι’ ἀσθένειαν ἐκεῖσε τεχθέντας, ἐπιβρέχειν δεῖ καὶ καταῖονεῖν ἐλαίῳ²⁸) ἢ βοτάναις ἀποξεσθείσαις εἰς οἶνον,²⁹) μὴ πάγου θερμαῖς, ἀλλὰ καὶ τόνον ἔχούσαις τινὰ πρὸς τὸ