Ancient Greek
548.3
Alexander, Dedicatio Ad Cosman 548.3
Unproofread scanNot analysed yet
κεφ. ιε'. Περὶ ἐπιληψίας. Τὸ τῆς ἐπιληψίας πάθος ἐν τι καὶ αὐτὸ τῶν χρονίων παθῶν ἐστιν, ὑπερβαλλούσης ἀκριβείας καὶ σπουδῆς δεόμενον καὶ, εἰ γε ἀμεληθείη κατ' ἀρχάς, πολλάκις ἀποθνήσκειν ποιεῖ τοὺς ἔχοντας αὐτό· τῆς γὰρ κεφαλῆς ἐστὶ τὸ πάθος, ἔνθα ἡ ἀρχὴ ἐστὶ καὶ αἰσθήσεως καὶ κινήσεως. ὅτι δὲ τῆς κεφαλῆς ἐστὶ τὸ πάθος, δηλοῖ τὸ συμβαῖνον αὐτοῖς ἐν τοῖς παροξυρμοῖς· οὔτε γὰρ ἀκούειν ἢ ὁρᾶν ἢ νοεῖν ὅλως ἢ μεμνησθαι τινος δύνανται, ἀλλὰ πάσης αἰσθήσεως ἕρημοι κεῖνται· καὶ νεκρῶν οὐδὲν ἀπέχοντες. διὰ τοῦτο καὶ ἐπιληψίαν τὸ πάθος ἐκάλεσαν διὰ τὸ ἐπιλαμβάνεσθαι καὶ κρατεῖσθαι αὐτῶν τὰς αἰσθήσεις, ἐκάλεσαν δὲ αὐτὸ τοῦτο τινες καὶ ἱερὰν νόσον διὰ τὸ ἱερὸν καὶ τίμιον εἶναι τὸν ἐγκέφαλον, ἄλλοι δ' Ἡρακλείαν νόσον διὰ τὸ ἰσχυρὸν καὶ δυσμετάθετον τῆς νόσου καὶ ἄλλοι ἄλλως ὤνόμασαν. ἀλλ' οὐ δεῖ γράφειν ἀπαντα, ἐκεῖνα δὲ