Ancient Greek
550.7
Alexander, Dedicatio Ad Cosman 550.7
Unproofread scanNot analysed yet
Σημεῖα τῆς ἐπὶ πρωτοπαθοῦσης κεφαλῆς ἐπιληψίας. Οἱ 11) τῆς κεφαλῆς πρωτοπαθοῦσης πάσχοντες δῆλοι πᾶσιν εἰσί· καὶ γὰρ βαρύνονται περὶ τὴν κεφαλὴν καὶ σκοτοῦνται καὶ ἀμβλυώττουσι καὶ βραδέως αἰσθάνονται· παιδίοις δὲ μάλιστα τοῦτο συμβαίνει τὸ πάθος. ἀρχόμενοι οὖν ἡμεῖς ἀπὸ τῆς παιδικῆς ἡλικίας ἀρξώμεθα. 12) εἰ μὲν οὖν ἐστι 13) βρέφος ἢ 14) καὶ γάλακτος μεταλαμβάνει, 15) οὐδὲν δεῖ πολυπραγμονεῖν οὐδὲ πράττειν τῶν θεραπειᾶς ἔχονμένων· 16) ἐπερχομένη γὰρ ἡ ἡλικία καὶ τὸ θερμὸν αὐξανόμενον διαφορεῖ 17) τὴν περιττεύουσαν περὶ τὴν κεφαλὴν ὑγρότητα καὶ πληροῦσαν αὐτοῦ τὰς κοιλάς. ὥμως συνεργεῖν δεῖ ἡμᾶς καὶ φροντίζειν, ὅπως τὸ γάλα τῆς τρεφοῦσης αὐτὸ χρηστὸν καὶ ἀπέρριττον εἴη· 18)