Ancient Greek
558.3
Alexander, Dedicatio Ad Cosman 558.3
Unproofread scanNot analysed yet
Βοηθήματα πρὸς ἐπιληπτικούς. Ἀναστάς ἕωθεν καὶ ἀποπειραθεὶς τῆς γαστρὸς οὕτω προσφερέσθω τι τῶν λεπτυόντων· ἐν μὲν τῷ χειμῶνι τὸ ζέμα τοῦ ὑσσώπου τὰ μεγάλα δυνάμενον ὠφελεῖν. καὶ πολλοὶ μόνῳ τῷ ζέματι τούτῳ χρησάμενοι ἐθεραπεύθησαν, ὡς 14) μηκέτι δεύτερον ἢ τρίτον περιπεσεῖν τῷ αὐτῷ νοσήματι. τέμνεται 15) γὰρ ὅσα εἰσὶ γλίσχρα καὶ παχεῖα τῶν περιττωμάτων, καὶ οὐ συγχωρεῖ οὗτ’ ἐν τῷ στομάχῳ οὗτ’ ἐν τῷ θώρακι συστήναι 16) περιττόν· τὸ μὲν γὰρ δι’ οὐρῶν, τὸ δὲ διὰ γαστρὸς οἶδεν ἀπορρίπτειν καλῶς. τοῦτο μὲν δή τὸ ζέμα λαμβανέτω καθ’ ἑαυτὸ ἢ μετ’ ὀξυμέλιτος, ἐν τῷ χειμῶνι μᾶλλον καὶ κατὰ τὸ φθινόπωρον, ἐν δὲ τῷ θέρει σπανίως, τὸ δὲ τοῦ ἀνθήσου