Ancient Greek
560.3
Alexander, Dedicatio Ad Cosman 560.3
Unproofread scanNot analysed yet
Περὶ καθατηρίων. Εἰ δὲ καὶ ἡλικίαν ἔχει 1) ὁ παῖς, ὡς 2) δύνασθαι φέρειν 3) καθάρσιον, προσφερέσθω τὰ τὸ φλέγμα καὶ τὸ μελαγχολικὸν καθαίρειν δυνάμενα 4) περίττωμα. μεμαρτύρηται μὲν 5) καὶ ἡ ἱερὰ εἰς τὰ τοιαῦτα πάθη τὸν τοιούτον ἀποκενοῦσα 6) χυμόν, ἀλλὰ τὸ δραστικὸν αὐτῆς οὐ πᾶν ἢ τῶν νέων ἡλικία φέρει. 7) ὑπερβάλλει γὰρ τὴν ἐκείνων δύναμιν. τοῖς δ' ἀκμάζουσι τὴν ἡλικίαν καὶ ἰσχυρὰν ἔχουσι τὴν δύναμιν μελαγχολικοῖς ὠφελίμως δίδεται. βέλτιον οὖν τοῖς νέοις τοῦ ἐπιθύμου μᾶλλον διδόναι ὀλίγον μετὰ τῆς πικρᾶς —καὶ γὰρ ὑποκαθαίρει τοῦ χυμοῦ τι καὶ προλεπτύνει —καὶ οὕτω καθαίρειν τῇ Θεοδώρῃτῳ καλουμένῃ ἀντιδότῳ, ὅπως δὲ καὶ αὐτὴ δυνηθείη καλῶς καθαίρειν τὸ ἄλλο 8) σῶμα, προσπλεκέσθω 9) αὐτῇ τὸν σταθμὸν ἔχουση 10) γρ. δ' 11) κερ. γ' κολοκυνθίδος γρ. δ' ἢ καὶ τὸ πολὺ ε' δακρυδίου κερ. ε' ἢ ζ' ἢ πλείω πρὸς τὴν δύναμιν τοῦ κάμνοντος, ὅπως ἔσται σύμμετρος 12) ἢ κένωσις. καὶ πολλοὺς οἶδα, ὅτι μόνη 13) ἢ τοιαύτη κάθαρσις ἴασατο. εἰ δὲ στασιάζει 14) ἐπὶ τὸ 15) τῆς κακοχυμίας καὶ τὸ πάθος ἐπιμένει, 16) καὶ τοῖς ὑπ' ἐμοῦ κατασκευασθεῖσι καταποτίοις κεχρήθωσαν, ὧν οὐδὲν εὗρον ἰσχυρότερον. ἔχει δὲ αὐτῶν 17) ἢσκευασία 18) οὕτως·