Ancient Greek
564.3
Alexander, Dedicatio Ad Cosman 564.3
Unproofread scanNot analysed yet
Θεραπεία τῶν ἐφ' ἑτέρῳ 11) μορίῳ ἐπιληπτούντων. Ἐὰν δὲ μὴ ὁ στόμαχος ἔχῃ τὴν ἀρχὴν τῆς νόσου μηδ' ἡ κεφαλή, σκόπει, μὴ ἀπὸ τινος ἄλλου μορίου τὴν ἀρχὴν ἡ ἐπιληψία λαμβάνη· 12) ὤφθησαν γάρ 13) οἱ μὲν ἀπὸ τοῦ ταρσοῦ, οἱ δ' ἀπὸ τῆς κνήμης, οἱ δὲ καὶ ἐξ ἄλλου μορίου παροξυνόμενοι. καὶ εἰ γέ σοί τι τοιοῦτον ὤφθη, 14) καὶ τοῦ μέρους ἐκείνου μάλιστα προνοοῦ καὶ τὴν ὅλην ἐκείνη πρόσαγε 15) θεραπείαν. 16) ἔθεάσαμην οὖν τινὰ τῶν ἀναγιγνωσκόντων καταπίπτοντα, 17) ὃς 18) ἔλεγεν, ἧνίκα αὐτῷ μέλλει 19) συμβαίνειν, ἀπὸ τοῦ ταρσοῦ συναισθάνεσθαι τινὰς αὐρὰς ἀναδιδομένας αὐτῷ ψυχρὰς ἐπὶ τὸν ἐγκέφαλον. καθάρας οὖν ἐγὼ τοῦτον πρότερον τοῖς φλέγμα 20) καὶ 21) μελαγχολικὸν κενοῦσι χυμὸν καταποτίοις ἐπέθηκα καὶ 22) τῶν ἐλκύσαι 23) καὶ λεπτύναι καὶ θερμάναι τὸν τόπον δυναμένων, ὥστε καὶ ἰδρώσαι καὶ ὑγρὰ 24) τινὰ φανερῶς διὰ τοῦ μορίου οὐκ ὀλίγα προχυθῆναι. 25) καὶ δή τοῦτο πραξάντων ἡμῶν ὑγιὴς ὁ νεανίσκος ἐγένετο. ἦν δὲ τὸ ἐπιτεθὲν αὐτῷ βοήθημα καὶ ἰασάμενον τὸ λεπίδιον ἢ βοτάνη· ποιοῦσι μὲν γάρ 26) καὶ ἄλλα τινὰ 27) τὸ αὐτό, ἀλλ' οὐδὲν οὕτως, ὡς αὐτὴ γε ἡ βοτάνη. μετὰ δὲ τὴν τοιαύτην ἐπιμέλειαν καὶ τοὺς ἐμέτους καὶ τοὺς ἀποφλεγματισμοὺς καὶ ἐν παλαιίστραις