Ancient Greek
570.1
Alexander, Dedicatio Ad Cosman 570.1
Unproofread scanNot analysed yet
Περὶ ἐπιληψίας. ὠφέλησα. ἀλλ’ οὐδὲν οὕτως εὕρον ἐπὶ τῶν νεφροκιντῶν ἐπιληπτικῶν, ὡς τοῦτο μάλιστα τὸ καθάρσιον, ¹) καὶ πολλοὺς αὐτῶν ²) θεραπευθέντας ὑπὸ τοῦτου καὶ μόνου τῶν ἀπογνωσθέντων παρὰ ³) τῶν ἄλλων ἰατρῶν. μετὰ δὲ τὰ καθάρσια ⁴) λοιπὸν καὶ τῶν ἀντιδῶτων ⁵) τινὰς λαμβάνειν, ὅσαι μετασχηγόνειν εἰσὶ δυναται, καὶ ἀπολεπτύνειν, εἰ τι τοῖς πόροις ἐστὶ ⁶) περιλαμβανόμενον. τοιαύτη δ’ ἐστὶν ἡ θ’ Ἔρμου κλιμαξ ⁷) καλουμένη καὶ ἡ θηριακή, καὶ ταῦτα μὲν πολλὰ συνθέτα καὶ δυσευπόριστα. ⁸) ἐν δὲ τοῖς ἀπλοῖς εὐπόριστόν τε καὶ ἰσχυρότατόν ⁹) ἐστὶν ἡ τοῦ πυρέθρου ρίζα κοπτομένη καὶ ἀναλαβανομένη μέλιτι, κοχλιάρῳ ἐν, ἐκ διαστημάτων ἄχρις ἑνδεκα δόσεων. πεπείραται τὸ βοήθημα, καὶ μὴ τῆς εὐτελείας αὐτοῦ καταφρονήσης.