Ancient Greek
580.8
Alexander, Dedicatio Ad Cosman 580.8
Unproofread scanNot analysed yet
Περιάπτα καὶ ἀντιπαθῆ πρὸς ἐπιληπτικοὺς ἐκ τῶν Ἀρχιγένους. 6) Περιάπτοις δὲ τούτοις χρηστέον πρὸς τὸ πάθος, ὡς Ἀσκληπιάδης ὁ φαρμακευτῆς. ἧλον ἐσταυρωμένον τῷ βραχίονι τοῦ πάσχοντος περιάπτε καὶ ἀπαλλάξεις. Ζαλάχθης δὲ τάδε φησίν ἰασπὶς λίθος ὁ προσαγορευόμενος καπνίτης 7) εἰς 8) πάντα τὰ περὶ τὴν κεφαλὴν 9) καὶ διάνοιαν συνιστάμενα 10) περιάπτεται· καὶ παρατριβέντος δὲ τοῦ αὐτοῦ, 11) ἐὰν συγχρίσηται 12) τῷ ὕγρῳ, ταῦτα δράσειεν 13). (ἂν 14) ἐναργῶς καὶ θαυμασίως. 15) Ὀστάνης δὲ φησι κοράλλιον καὶ γλυκυσίδην καὶ στρύχνου ρίζαν ἀνελόμενος σελήνης μειούσης ἐνδήσας 16) εἰς θόδινον ἐρίνεον 17) περιάπτε.