Ancient Greek
602.24
Alexander, Dedicatio Ad Cosman 602.24
Unproofread scanNot analysed yet
τοῦτο τὸ βοήθημα χρησιμώτατόν ἐστι πρὸς πᾶσαν πάρεσιν καὶ καθ’ ἑαυτὸ καὶ μετὰ πηγανίνου ἐλαίου. κεχρήθωσαν δὲ καὶ τοῖς ἐπιθέμασι τῷ τε διὰ δαφνίδων τῷ Ἀπολλοράνους ἢ τῷ διὰ κασίας ἢ σαμβύχου ἢ κάγχρουος καὶ καθόλου τοῖς μετασυγκρίνειν δυναμένοις καὶ ἀμύττειν τὴν ἐπιφάνειαν. τούτοις καὶ ἐπὶ τῶν τὰ ἰσχία πεπονθότων καὶ νεύρων δυσαισθήτων καὶ μὴ κατέχειν τὴν κόπρον δυναμένων. συμφέρει τούτοις καὶ τὰ δι’ εὐφοβίου καὶ καστορίου καὶ νίτρου ἐνέματα καὶ ὅσα σκόρδων καὶ πηγάνου ἔχει καὶ κυμίνου συνεψηθέντων ἄμα ἐλαίῳ. εἰ 4) δὲ οἱ περὶ τὴν ἕδραν μῦες τὴν πάρεσιν ὑπέμειναν, διὰ τῶν ἐγκαθισμάτων αὐτοῖς βοηθεῖν χρῆ 5) καὶ τοῖς