Ancient Greek
604.2
Alexander, Dedicatio Ad Cosman 604.2
Unproofread scanNot analysed yet
κεφ. ιζ'. Περί μελαγχολίας. Οὐ μία τις ἐστὶ τῆς μελαγχολίας ἡ αἰτία οὐδ' εἰς χυμοὺς 3) ὁ τίκτων τὸ πάθος, ἀλλὰ πλείους καὶ ἄλλοτ' ἄλλως τρεπόμενοι, ὅθεν οὐδὲ τὰ αὐτὰ πάντες ὑπομένουσι συμπτώματα οὐδ' ὁμοίως ἔχουσι τὰ κινήματα τῆς φαντασίας, ἀλλ' οἱ μὲν αὐτῶν γελάουσι ἀεὶ καὶ μεθ' ἡδρότητος ἡ φαντασία αὐτοῖς γίνεταί, οἱ δὲ 4) μετ' ὀργῆς καὶ συντονίας εἰωθότες ἔσον ἐπὶ τούτω 5) τοῖς φρεντικοῖς δυναμοζομένοις. 6) τινὲς δ' αὐτῶν μετὰ νωθρότητος πολλῆς, ὡς μηδὲ 7) ἀποτρέφεσθαι θέλαιν αὐτοὺς, ὡς παραληρησιος 8) τοῖς καλουμένοις μωροῖς. ἄλλοι δὲ δέξας ἔχουσι καὶ προλέγουσι τὰ μέλλοντα εἶναι. ἕτεροι δὲ φιλοῦσι τὸν θάνατον. ἄλλοι δὲ φιλοῦσι τὴν σφαγὴν, ἄλλοι δὲ φοβοῦνται. καὶ οἱ μὲν αὐτῶν διαλείμματα κατὰ τινας καιροὺς ἔχουσι, ὥστε καὶ τῶν συνήθων ἀπέσθαι, οἱ δὲ συνέχειαν φιλάττουσι. οὐ μόνον δὲ διαφέρουσι κατὰ τινας πολυτρόπους κινήσεις τῶν ἐπιγενομένων αὐτοῖς συμπτωμάτων, ἀλλὰ καὶ κατὰ τοὺς πεπωθότας τόπους. οἱ μὲν αὐτῶν 9) μόνον ἔχουσι τὸν ἐγκέφαλον νοσοῦντα, 10) οἱ δὲ καὶ τὸ ἄλλο πᾶν σῶμα καὶ τὴν γαστέρα μόνην καὶ τὰ ὑποχόνδρια. ἐπεὶ οὖν καὶ τὰ αἰτία τῆς μελαγχολίας εἰσὶ διάφορα καὶ τὰ πάσχοντα μέρη καὶ τὰ κινούμενα 11) καὶ τὰ ἐνεχλόμενα τούτοις συμπτώματα 12), διὰ τοῦτο προσήκων ἡγοῦμαι τοῖς φιλομαθέσι σπουδάζειν εἰδέναι περὶ ἕκαστου καὶ πῶθεν γίνονται. 13) τὰς γὰρ διαγνωσεις αὐτῶν ἀκριβῶς ἐνθέσθαι δέον ἡμᾶς· οὕτω γὰρ ἂν 14) καὶ θεραπεύσαι καλῶς καὶ περιγενέσθαι τοῦ πάθους, εἰ καὶ δυσχερὲς εἴη, δυνηθεῖμεν.