Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_ALEXANDRIDES_DELPHUS
ALEXANDRIDES DELPHUS, Fragmenta 4
Not analysed yet
Σίλφιον βοτάνη πολυτίμητος· ἡ δὲ αἰτία τοιαύτη ἐστί. Βάττος, ὁ καὶ Ἀριστοτέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην [λεγομένην] ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν· καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον. Καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ὁ ὀπὸς καὶ ἁπλῶς τὸ πᾶν αὐτοῦ πολλῆς τιμῆς ἄξιόν ἐστιν. Καὶ οἱ Ἀμπελιῶται δὲ ἔθνος Λιβύης, εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου, ὥς φησιν Ἀλεξανδρίδης.