Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_ALEXARCHUS
ALEXARCHUS, Fragmenta 1
Not analysed yet
Τοῦλλος Ὁστίλλιος, βασιλεὺς Ῥωμαίων, ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουβεντίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. Οἱ δὲ, ἡττωμένου, εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δ ̓ ἐπέθετο, καὶ τὸν βασιλέα, δύο πώλους συζεύξας, διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.