Ancient Greek
127 to 131
Alexis Comic., Fragmenta 127-131
Unproofread scanNot analysed yet
καὶ μὴ προσφάσεις ἐνταῦθά μοι, μηδ’ ὀὐκ ἔχω. B. ἀλλὰ λέγ’ ὅτου δεῖ. λήψομαι γὰρ πάντ’ ἐγώ. A. ὀρθῶς. τὸ πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα. B. ἀλλ’ ἔστιν ἐνδον. A. ἀσταφίδα κεκομμένην, μᾶραθρον, ἄνηθον, νάπυ, καυλόν, σίλφιον, χορίαννον αὐόν, ὀοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, ἄννισον, θύμον, σφάκον, σίραιον, σέσελι, πήγανον, πρᾶσον. καὶ τί δεῖ λέγειν ἐθ’ ἡμᾶς τοὺς τὰ σύχ’ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἱ κάτωθε μὲν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἰδ’ ὁ μὲν ἔδωκεν ὡς τοιαύτ’ ἀνούμενος τιμήν, ὁ δ’ ἑγκάψας τὸ κέρμ’ εἰς τὴν γναθὸν ἐρίν’ ἀπέδοτο σύκα πωλεῖν ὀμνύων. Athenaeus 14, 661 d Ἀλέξις ἐν Λεβητίῳ δηλοῖ, ὅτι ἡ μαγειρική οἶνον γεραίοις χείλεσιν μέγα σκῦφος. Athenaeus 11, 498 e (σκῦφος οὐδετέρως) "Ἀλεξις ἐν Λευκαδίᾳ κτλ. γεραιοῦ Bergk. χείλεσι A. γεραιοῦ γχεῖτέ μοι; —γεραίος tragicum colorem prae se fert. φέρε τὴν σιβύνην καὶ πλατύλογχα. χορδαρίον τόμος ἦκεν καὶ περιχομμάτιον. ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; B. ἀλλ' ἂν διδάσκης. A. ἐξελὼν τὰ βραγχία, πλῦνας, περιχόψας τὰς ἀκάνθας τὰς κύκλῳ, παράσχισον χρηστῶς, διαπτύξας θ' ὅλον τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς, τυφῷ τε σάξον ἄλσι τ' ἡδ' ὀριγάνῳ.