Ancient Greek
145
Alexis Comic., Fragmenta 145
Unproofread scanNot analysed yet
εἰ τινὰς μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενόμην ἐγχελεύς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαίτό με. ὦ δυστυχεῖς ἡμεῖς . . πεπράχότες τὴν τοῦ βίου παρορῆσίαν καὶ τὴν τρυφὴν γυναιξὶ δοῦλοι ζῶμεν ἀντ' ἐλευθέρων. ἐπεὶτ' ἔχειν προῖκ' οὐχὶ τιμὴν πάσχομεν; πικρὰν γε καὶ μεστήν γυναικείας χολῆς. ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἱ μὲν γε συγγνώμην ἔχονσ' ἀδικοῦμενοι, αὐταὶ δ' ἀδικοῦσαι καὶ προσεγκαλοῦσ' ἐπὶ ᾧν οὐκ ἔχρῆν ἄρχουσιν, ᾧν δ' ἄρχειν ἔχρῆν ἀμελοῦσιν, ἐπιорχοῦσιν, οὐδὲ ἐν κακῶν ἔχουσι καὶ κάμνειν λέγουσ' ἑκάστοτε.