Ancient Greek
156 to 160
Alexis Comic., Fragmenta 156-160
Unproofread scanNot analysed yet
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ' ἡμέραν ποιεῖν σκώψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ· τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνεται· ἂν δ' εἴπης ἄπαξ, εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται. εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. B. ταῦτα γὰρ κατὰ φύσιν πέφυκεν οὕτως. καὶ τί μάντεως ἔδει; σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὐτὸν ἐγένετο, τὸ δ’ ἀθάνατον ἐξῆρε πρὸς τὸν ἄερα. B. ταύτ’ οὐ σχολὴ Πλάτωνος; ὁ δὲ σὸς πένης ἐστ’, ὦ γλυκεῖα· τοῦτο δὲ δέδωχ’ ὁ θάνατος τὸ γένος, ὡς φασιν, μόνον. ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται. Athenaeus 6, 240 c Ἀλέξις. . . ἐν Ὀλυνθίοις φησὶν κτλ. 1. ἐστω, 2. φασί, 3. θάνατος A. ἀθάνατος L. —conloquuntur mu- οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ, τοῖς πράγμασιν δ' αὐτοῖσι πιστεύειν ἀεί. Stobaeus Floril. 27, 9 Ἀλέξιδος Ὀλυνθίων A. 1. οὐ] ἐν A.