Ancient Greek
16
Alexis Comic., Fragmenta 16
Unproofread scanNot analysed yet
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρύς ἐπάν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἡροῦμαι ποιεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μειζόν τι τῶν ἄλλων φρονεῖν. τοὺς δ’ ἰχθυπολάς τοὺς κάκιστ’ ἀπολουμένους ἐπάν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρύς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ’ ἐρωτήσῃς ‘πόσον τοὺς κεστρέας πωλεῖς δὺ’ ὄντας;’ ‘δέκ’ ὁβολῶν’ φησίν. ‘βαρύ· ὀκτὼ λάβοις ἂν;’ ‘εἴπερ ὤνει τὸν ἕτερον.’ ‘ὡ ’τάν, λαβὲ καὶ μὴ παίζε.’ ‘τοσουδί; παράτρεχε.’ ταύτ’ οὐχὶ πικρότερό ἐστιν αὐτῆς τῆς χολῆς; καὶ γὰρ ἔφητοί τινες παρῆσαν ἡμῖν δαιδάλεοί πως τῶν οὖν κορακίνων πείραν οὐχὶ λαμβάνεις; οὐδὲ τριχίδων, οὐδ’ οἶον ἔφητῶν τινων; Athenaeus 7, 301 a b "Ἀλεξὶς ἐν Ἀπεγλανχωμένῳ· καὶ γὰρ —πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν· τῶν οὖν κτλ. Eustathius 1169, 12 Δαιδάλου γὰρ ἐκάουν ἔργον πᾶν τὸ καλόν. διὸ καὶ Ἀλεξὶς φησιν ὡς ἔφητοί τινες παρῆσαν δαιδάλεοί πως, ἤγουν καλοί. verba τὰ γὰρ καλὰ —ἔργα ab Alexideis seclusit Meinekius. 2. δαιδαλαῖοι πως A. Reisig. Coniect. 131 παρῆσαν ἡμῖν δαιδάλεοι, νὴ τὸν Δία. B. πῶς δαιδάλεοι; A. τὰ γὰρ