Ancient Greek
171
Alexis Comic., Fragmenta 171
Unproofread scanNot analysed yet
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἀμάξας —Athenaeus 9, 380e Ἀλεξίς Παιφίλῃ κτλ. ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. B. κάνδαυλον; οὐκ ἐδήδοκα (κάνδαυλον) οὐδ' ἄκηκο' οὐδεπώποτε. A. θαυμαστὸν ἐμὸν εὑρημα. πάνυ πολὺν δ' ἐγὼ ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους σαντῷ γε χαίρων. ξρία μὲν ποιήσομεν —B. ἄνθρωπε ποίει λευκὰ καὶ βλέπ' εἰς . . A. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων, κρεῶν βατανίων εὐθέως . . . . δίπυρον παραθήσεις, ὧν ἐπιτετμημένον, πνόν, μέλιτος ὀξύβαφον, ἀποταγηνιδῶ, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμῶν, βοτρυδίων τι, χόριον, ἐν ποτηρίῳ γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεὶ πως μέρος ἐπικαίζεται· κεφαλὴ δὲ δεῖπνον γίνεται —B. ἄνθρωπ' ἐπίκαιζε· μόνον ἀπαλλάγηθί μου· (τοὺς σούς δέ) κανδαύλους λέγων καὶ χόρια καὶ βατάνια πᾶσαν (ἀφανειῖς) τὴν ἡδονήν.