Ancient Greek
211
Alexis Comic., Fragmenta 211
Unproofread scanNot analysed yet
ὅστις διαπλεῖ θάλατταν, ἢ μελαγχολᾶ, ἢ πτωχός ἐστιν, ἢ θανατᾶ· τούτων τριῶν ἑνὸς γ’ ἀποτυχεῖν τοὔλάχιστον οὐκ ἔνι. μᾶθoις τ’ ἂν οἷον ἀνθρώποις κακὸν ἐστὶν ἡ γαστήρ, διδάσκει δ’ οἷ’, ἀναγκάζει δ’ ὅσα. εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὐτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὐδ’ ὑβρίζοι τᾶν ἐκῶν. 5 νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. Athenaeus 10, 422 a μέγα γὰρ ἀνθρώποις κακὸν ἡ γαστήρ, περὶ ἧς φησιν "Ἀλέξις ἐν Συναποθηησκόουσι (cum ι adscr. A) κτλ. v. 3