Ancient Greek
25
Alexis Comic., Fragmenta 25
Unproofread scanNot analysed yet
τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ῥιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἐν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, ὦ Σίξων, Σίξων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύμβαζε, Μάνη. γαστρὸς οὐδὲν ἥδιον. αὐτὴ πατὴρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβείαι τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ·