Ancient Greek
257
Alexis Comic., Fragmenta 257
Unproofread scanNot analysed yet
ἀεὶ γ’ ὁ Χαῖρεφῶν τιν’ εὑρίσκει τέχνην· καὶ νῦν πορίζεται γε τὰ δεῖπν’ ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ ἔστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασσαμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. Athenaeus 4, 164 f περιέχεται τὰς οἰκίας, ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαῖρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι πτλ. v. 3. 4 (μαγείροις) Athen. 6, 229 b τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον πτλ. 1. αἰεὶ