Ancient Greek
265
Alexis Comic., Fragmenta 265
Unproofread scanNot analysed yet
τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανερὰν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθά ὧν μὲν πεπόρικεν οἶεται χάριν τινὰ ἔχειν ἐαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετριῶς φράσκοντας, ἀχαρίστους ὁρῶν ἀνελευθέρας τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ἀφείλεθ' ὅσα δεδωκὼς ἦν πάλαι. Athenaeus 2, 40e τελεῖν γὰρ τὸ δαπανᾶν καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν "Αλεξις κτλ.