Ancient Greek
280 to 288
Alexis Comic., Fragmenta 280-288
Unproofread scanNot analysed yet
ὦ παῖ, μέγιστος ἔρανος ἔστί μοι τὸ σὲ θρέψαι κατὰ τρόπον· ὃν γὰρ αὐτὸς ἀπέλαβον παρὰ τοῦ πατρός, δεῖ τοῦτον ἀποδοῦναί με σοί. τῶν γὰρ ἀγαθῶν τὸν πλοῦτον ὑστατον τίθει· ἀβεβαιότατον γὰρ ἐστιν ὧν κεκτήμεθα. τὰ δ’ ἄλλ’ ἐπικωῶς τοῖς ἔχουσι παραμένει. ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν σφόδρα παρὰ ταῖς ἐταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον. Athenaeus 1, 25 f Εὐβουλος δὲ φησιν κτλ. τὸ αὐτὸ δὲ καὶ Ἀλέξις σχεδὸν ἀπαγαλλάκτως, τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ κοτύλας τέτταρας ἀναγκάσας μεστὰς ἐμ’ αὐτίκον σπάσαι ὕζους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις. Athenaeus 2, 67 e ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελικὸν ὕζος. Ἀλέξις ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραπαλᾶς. κατανύστασον· παύσει γάρ. εἶτα σοι δότω φάφανόν τις ἐφθύν. οὐκ ἐσθ’ ὅπως ἔχουσιν αἱ τύχαι φρένας· οὐδεὶς γὰρ ἂν τοιοῦτος ἠτύχει ποτέ. κἂν εὐτυχῇ τις, ὡς ἔοικε, προσδοκοῶν ἀεὶ τι δεῖ, καὶ μὴ τι πιστεύειν τύχη. οὐκ ἔστι παιδαγωγὸς ἀνθρώποις ἄρα ἔφωτος οὐδεὶς ἄλλος ἐπιμελέστερος.