Ancient Greek
36
Alexis Comic., Fragmenta 36
Unproofread scanNot analysed yet
ὁ δεσπότης οὐμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσχος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο· Κυρηναῖος ἦν ἐνταυθὰ τις, ὡς φασ', Ἀρίστιππος, σοφιστὴς εὐφυνῆς, μᾶλλον δὲ πρωτεύσων ἀπάντων τῶν τότε, ἀκολαστία τε τῶν γεγυότων διαφέρων. τοῦτῳ τάλαντον δούς μαθητὴς γίνεται ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ ἔξεμαθε, τὴν δ' ἀρτηρίαν συνήρπασεν. Athenaeus 12, 544e κωμῳδῶν δὲ αὐτὸν (Ἀρίστιππον) Ἀλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περὶ τινος τῶν μαθητῶν τάδε κτλ. v. 6 Bekker. Anecd. 367, 24 ἀκολασία Θουκυδίδης ἐφη, ἀκολαστία δὲ Ἀλεξις. attamen ἀκολασία A. —2.