Ancient Greek
46 to 47
Alexis Comic., Fragmenta 46-47
Unproofread scanNot analysed yet
πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθὺς οὐχ ἔνην οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν τούτοις Φάυλλος προσχέγονε χειμῶν τρίτος· ἐπὰν γὰρ ἐκνεφίας καταυγίας τύχῃ ἐς τὴν ἀγοράν, τοῦψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη. ἀλλ’ αἰσχύνομαι τὸν Κόρυνον, εἰ δόξω συναρισταῖν τισιν οὕτω προχειρῶς· οὐχ ἀπαρνοῦμαι δ’ ὅμως· οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἂν τε μή. Athenaeus 6, 241 a b ἢν δὲ καὶ ὁ Κόρυνος τῶν δι’ ὀνόματος παρασίτων . . .” Ἀλεξίς Δημοτηρίῳ ἢ Φιλταίρῳ κτλ. 4. ἂν Dindf.] ἔαν A. ἂν τε μή in fine add. A. Nauck. Bulletin. Petersb. VIII 397.