Ancient Greek
Dfhg-Source dfhg4_ALEXIS_SAMIUS
ALEXIS SAMIUS, Fragmenta 2
Not analysed yet
Ἄλεξις δ ̓ ἐν τρίτῳ Σαμίων ὥρων ἐκ πολλῶν πόλεών φησι κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ ̓ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ ̓ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. Μετεστέλλετο δὲ, φησὶ, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. Πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. Ἐκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον, ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ· ὅτε καὶ δι ̓ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. Πρῶτος δὲ ὁ Πολυκράτης καὶ ναῦς πήξας, ἀπὸ τῆς πατρίδος Σαμίας ἐκάλεσε.