Ancient Greek
Book 2
Alypius, Isagoge musica 2.2. Ὑπολυδίου σημεῖα κατὰ τὸ διάτονον γένος.
Not analysed yet
Προσλαμβανόμενος ου κάτω γραμμὴν ἔχον καὶ ἦτα ὑπάτη ὑπάτων μῦ ἀνεστραμμένον καὶ ἦτα ἐλλειπές παρυπάτη ὑπάτων λάβδα ἀνεστραμμένον καὶ ἦτα ἐλλειπὲς πλάγιον ὑπάτων διάτονος ζῆτα ἐλλειπὲς καὶ ταῦ πλάγιον ὑπάτη μέσων γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν παρυπάτη μέσων βῆτα ἐλλειπὲς καὶ γάμμα ἀνεστραμμένον μέσων διάτονος φῖ καὶ δίγαμμα μέση σίγμα καὶ σίγμα (p. 5) τρίτη συνημμένων ῥῶ καὶ σίγμα ἀνεστρ. συνημμένων διάτονος μῦ καὶ πῖ καθειλκυσμένον νήτη συνημμένων ἰῶτα καὶ λάμβδα. πλάγιον παράμεσος ου καὶ κάππα τρίτη διεζευγμένων ξῖ καὶ κάππα ἀνεστραμμένον διεζευγμένων διάτονος ἰῶτα καὶ λάμβδα πλάγιον νήτη διεζευγμένων ζῆτα καὶ πῖ πλάγιον τρίτη ὑπερβολαίων ει τετράγωνον καὶ πῖ ἀνεστραμμένον ὑπερβολαίων διάτονος ω τετράγωνον ὕπτιον καὶ ζῆτα νήτη ὑπερβολαίων φῖ πλάγιον καὶ ἦτα ἀμελητικὸν καθειλκυσμένον