Ancient Greek
Book 2
Alypius, Isagoge musica 2.3. Ὑπερλυδίου τρόπου σημεῖα κατὰ τὸ διάτονον γένος.
Not analysed yet
Προσλαμβανόμενος φῖ καὶ δίγαμμα ὑπάτη ὑπάτων σίγμα καὶ σίγμα παρυπάτη ὑπάτων ῥῶ καὶ σίγμα ἀνεστραμμένον ὑπάτων διάτονος μῦ καὶ πῖ καθειλκυσμένον ὑπάτη μέσων ἰῶτα καὶ λάμβδα πλάγιον (p. 6) παρυπάτη μέσων θῆτα καὶ λάμβδα ἀνεστραμμένον μέσων διάτονος γάμμα καὶ νῦ μέση ω τετράγωνον ὕπτιον καὶ ζῆτα τρίτη συνημμένων ψῖ κάτω νεῦον καὶ ἡμίαλφο δεξιόν κάτω νεῦον συνημμένων διάτονος ταῦ ἀνεστραμμένον καὶ ἡμίαλφο δεξιὸν ἄνω νεῦον νήτη συνημμένων μῦ καὶ πῖ καθειλκυσμένον, ἐπὶ τὴν ὀξύτητα παράμεσος φῖ πλάγιον καὶ ἦτα ἀμελητικὸν καθειλκυσμένον τρίτη διεζευγμένων υ κάτω νεῦον καὶ ἡμίαλφα ἀριστερὸν ἄνω νεῦον διεζευγμένων διάτονος μῦ καὶ πὶ καθειλκυσμένον, ἐπὶ τὴν ὀξύτητα νήτη διεζευγμένων ἰῶτα καὶ λάμβδα πλάγιον, ἐπὶ τὴν ὀξύτητα τρίτη ὑπερβολαίων θῆτα καὶ λάμβδα ἀνεστραμμένον, ἐπὶ τὴν ὀξύτητα ὑπερβολαίων διάτονος γάμμα καὶ νῦ, ἐπὶ τὴν ὀξύτητα νήτη ὑπερβολαίων ω τετράγωνον καὶ ζῆτα, ἐπὶ τὴν ὀξύτητα