Ancient Greek
Book 2
Alypius, Isagoge musica 2.4. Ἀἰολίου τρόπου σημεῖα κατὰ τὸ διάτονον γένος.
Not analysed yet
Προσλαμβανόμενος ἦτα ἐλλειπὲς ἀπεστραμμένον καὶ ει τετράγωνον ἀπεστραμμένον ὑπάτη ὑπάτων δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον παρυπάτη ὑπάτων γάμμα ἀπεστραμμένον καὶ, γάμμα ὀρθόν ὑπάτων διάτονος χῖ καὶ ἡμίμυ δεξιόν ὑπάτη μέσων ταῦ καὶ δίγαμμα ἀπεστραμμένον παρυπάτη μέσων σίγμα καὶ σίγμα μέσων διάτονος ου καὶ κάππα μέση κάππα καὶ ἡμίδελτα καθειλκυσμένον τρίτη συνημμένων ἰῶτα καὶ λάμβδα πλάγιον συνημμένων διάτονος ζῆτα καὶ πῖ πλάγιον νήτη συνημμένων ἄλφα καὶ βαρεῖα παράμεσος ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον (p. 8) τρίτη διεζευγμένων ζῆτα καὶ πῖ πλάγιον διεζευγμένων διάτονος ἄλφα καὶ βαρεῖα νήτη διεζευγμένων χῖ διεφθορὸς, καὶ ἡμί-αλφα ἀριστερὸν κάτω νεῦον τρίτη ὑπερβολαίων φῖ πλάγιον καὶ ἦτα ἀμελητικὸν καθειλκυσμένον ὑπερβολαίων διάτονος ου καὶ κάππα, ἐπὶ τὴν ὀξύτητα νήτη ὑπερβολαίων κάππα καὶ ἡμίδελτα καθειλκυσμένον, ἐπὶ τὴν ὀξύτητα