Ancient Greek
Book 3
Alypius, Isagoge musica 3.10. Ἰαστίου τρόπου σημεῖα κατὰ τὸ χρωματικὸν γένος.
Not analysed yet
Προσλαμβανόμενος μῦ ἀνεστραμμένον καὶ ἦτα ἐλλειπές ὑπάτη ὑπάτων ἦτα ἐλλειπὲς ἀπεστραμμένον καὶ ει τετράγωνον ἀπεστραμμένον παρυπάτη ὑπάτων ζῆτα ἐλλειπὲς καὶ ταῦ πλάγιον λιχανὸς ὑπάτων χρωματικὴ δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον ὑπάτη μέσων χῖ καὶ ἡμίμυ δεξιόν παρυπάτη μέσων φῖ καὶ δίγαμμον λιχανὸς μέσων χρωματικὴ ταῦ καὶ δίγαμμον ἀπεστραμμένον μέση ου καὶ κάππα τρίτη συνημμένων ξῖ καὶ κάππα ἀνεστραμμένον παρανήτη συνημμένων χρωματικὴ νῦ καὶ κάππα ἀπεστραμμένον νήτη συνημμένων ζῆτα καὶ πῖ πλάγιον (p. 37) παράμεσος κάππα καὶ ἡμίδελτα καθειλκυσμένον τρίτη διεζευγμένων ἰῶτα καὶ λάμβδα πλάγιον παρανήτη διεζευγμένων χρωματικὴ ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον νήτη διεζευγμένων ἄλφα καὶ βαρεῖα τρίτη ὑπερβολαίων ω τετράγωνον ὕπτιον καὶ ζῆτα παρανήτη ὑπερβολαίων χρωματικὴ χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον νήτη ὑπερβολαίων ου καὶ κάππα, ἐπὶ τὴν ὀξύτητα