Ancient Greek
Book 3
Alypius, Isagoge musica 3.9. Ὑπερφρυγίου τρόπου σημεῖα κατὰ τὸ χρωματικὸν γένοις.
Not analysed yet
Προσλαμβανόμενος ω καὶ ἡμίμυ ἀριστερόν ὑπάτη ὑπάτων φῖ καὶ δίγαμμον παρυπάτη ὑπάτων υ καὶ δίγαμμον ἀνεστραμμένον (p. 35) λιχανὸς ὑπάτων χρωματικὴ ταῦ καὶ δίγαμμον ἀπεστραμμένον ὑπάτη μέσων μῦ καὶ πῖ καθειλκυσμένον παρυπάτη μέσων λάμβδα καὶ ἡμίδελτα πλάγιον λιχανὸς μέσων χρωματικὴ κάππα καὶ ἡμίδελτα καθειλκυσμένον μέση γάμμα καὶ νῦ τρίτη συνημμένων βῆτα καὶ ὀξεῖα παρανήτη συνημμένων χρωματὴ ἄλφα καὶ βαρεῖα νήτη συνημμένων ταῦ ἀνεστραμμένον καὶ ἡμίαλφα δεξιὸν ἄνω νεῦον παράμεσος ω τετράγωνον ὕπτιον καὶ ζῆτα τρίτη διεζευγμένων ψῖ κάτω νεῦον καὶ ἡμίαλφα δεξιὸν κάτω νεῦον παρανήτη διεζευγμένων χρωματικὴ χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον νήτη διεζευγμένων μῦ καὶ πῖ καθειλκυσμένον, ἐπὶ τὸν ὀξύτητα τρίτη ὑπερβολαίων λάμβδα καὶ ἡμίδελτα πλάγιον, ἐπὶ τὸν ὀξύτητα παρανήτη ὑπερβολαίων χρωματικὴ κάππα καὶ ἡμίδελτα καθειλκυσμένον, (p. 36) ἐπὶ τὴν ὀξύτητα νήτη ὑπερβολαίων γάμμα καὶ νῦ, ἐπὶ τὴν ὀξύτητα