Ancient Greek
Book 3
Alypius, Isagoge musica 3.14. Ὑποδωρίου τρόπου σημεῖα κατὰ τὸ χρωματικὸν γένος.
Not analysed yet
Προσλαμβανόμενος ἡμίφι πλάγιον ἀπεστραμμένον καὶ ἡμίφι πλάγιον ὑπάτη ὑπάτων σίγμα διπλοῦν ἀπεστραμμένον καὶ σίγμα διπλοῦν παρυπάτη ὑπάτων ῥῶ ἀνεστραμμένον (p. 42) καὶ σίγμα διπλοῦν ἀνεστραμμένον λιχανὸς ὑπάτων χρωματικὴ πῖ ἀνεστραμμένον καὶ σίγμα διπλοῦν ἀπεστραμμένον ὑπάτη μέσων ἰῶτα πλάγιον καὶ ει τετράγωνον παρυπάτη μέσων ἡμιθῆτα κάτω νεῦον καὶ ει τετράγωνον ἀνεστραμμένον λιχανὸς μέσων χρωματικὴ ἦτα ἐλλειπὲς ἀπεστραμμένον καὶ ει τετράγωνον ἀπεστραμμένον μέση ω καὶ ἡμίμυ ἀριστερόν τρίτη συνημμένων ψῖ καὶ ἡμίμν ὕπτιον παρανήτη συνημμένων χρωματικὴ χῖ καὶ ἡμίμυ δεξιόν νήτη συνημμένων πῖ καὶ σίγμα ἀπεστραμμένον παράμεσος φῖ καὶ δίγαμμον τρίτη διεζευγμένων υ καὶ δίγαμμον ἀνεστραμμένον παρανήτη διεζευγμένων χρωματικὴ ταῦ καὶ δίγαμμον ἀπεστραμμένον νήτη διεζευγμένων μῦ καὶ πῖ καθειλκυσμένον τρίτη ὑπερβολαίων λάμβδα καὶ ἡμίδελτα πλάγιον παρανήτη ὑπερβολαίων χρωματικὴ κάππα καὶ ἡμίδελτα καθειλκυσμένον (p. 43) νήτη ὑπερβολαίων γάμμα καὶ νῦ