Ancient Greek
Book 3
Alypius, Isagoge musica 3.15. Ὑπερδωρίου τρόπου σημεῖα κατὰ τὸ χρωματικὸν γένος.
Not analysed yet
Προσλαμβανόμενος δέλτα ἀνεστραμμένον καὶ. ταῦ πλάγιον ἀπεστραμμένον ὑπάτη ὑπάτων ω καὶ ἡμίμυ ἀριστερόν παρυπάτη ὑπάτων ψῖ καὶ ἡμίμυ ὕπτιον λιχανὸς ὑπάτων χρωματικὴ χῖ καὶ ἡμίμυ δεξιόν ὑπάτη μέσων πῖ καὶ σίγμα ἀπεστραμμένον παρυπάτη μέσων ου καὶ κάππα λιχανὸς μέσων χρωματικὴ νῦ καὶ κάππα ἀπεστραμμένον μέση ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον τρίτη συνημμένων ζῆτα καὶ πῖ πλάγιον παρανήτη συνημμένων χρωματικὴ δέλτα καὶ πῖ πλάγιον ἀπεστραμμένον νήτη συνημμένων χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον παράμεσος γάμμα καὶ νῦ τρίτη διεζευγμένων βῆτα καὶ ὀξεῖα παρανήτη διεζευγμένων χρωματικὴ (p. 44) ἄλφα καὶ βαρεῖα νήτη διεζευγμένων ταῦ ἀνεστραμμένον καὶ ἡμίαλφα δεξιὸν ἄνω νεῦον τρίτη ὑπερβολαίων ου καὶ κάππα, ἐπὶ τὴν ὀξύτητα παρανήτη ὑπερβολαίων χρωματικὴ νῦ καὶ κάππα ἀπεστραμμένον, ἐπὶ τὴν ὀξύτητα νήτη ὑπερβολαίων ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον, ἐπὶ τὴν ὀξύτητα