Ancient Greek
Book 4
Alypius, Isagoge musica 4.1. Λυδίου τρόπου σημεῖα κατὰ τὸ ἐναρμόνιον γένος.
Not analysed yet
Προσλαμβανόμενος ζῆτα ἐλλειπὲς καὶ ταῦ πλάγιον ὑπάτη ὑπάτων γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν παρυπάτη ὑπάτων βῆτα ἐλλειπὲς καὶ γάμμα ἀνεστραμμένον λιχανὸς ὑπάτων ἐναρμόνιος ἄλφα ἀνεστραμμένον καὶ δίγαμμον ἀνεστραμμένον ὑπάτη μέσων σίγμα καὶ σίγμα παρυπάτη μέσων ῥῶ καὶ σίγμα ἀνεστραμμένον λιχανὸς μέσων ἐναρμόνιος πῖ καὶ σίγμα ἀπεστραμμένον μέση ἰῶτα καὶ λάμβδα πλάγιον (p. 45) τρίτη συνημμένων θῆτα καὶ λάμβδα ἀνεστραμμένον παρανήτη συνημμένων ἐναρμόνιος ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον νήτη συνημμένων ω τετράγωνον ὕπτιον καὶ ζῆτα παράμεσος ζῆτα καὶ πί πλάγιον τρίτη διεζευγμένων ει τετράγωνον καὶ πῖ ἀνεστραμμένον παρανήτη διεζευγμένων ἐναρμόνιος δέλτα καὶ πῖ πλάγιον ἀπεστραμμένον νήτη διεζευγμένων φῖ πλάγιον καὶ ἦτα ἀμελητικὸν καθειλκυσμένον τρίτη ὑπερβολαίων υ κάτω νεῦον καὶ ἡμίαλφα ἀριστερὸν ἄνω νεῦον παρανήτη ὑπερβολαίων ἐναρμόνιος ταῦ ἀνεστραμμένον καὶ ἡμίαλφα δεξιὸν ἄνω νεῦον νήτη ὑπερβολαίων ἰῶτα καὶ λάμβδα πλάγιον ἐπὶ τὴν ὀξύτητα