Ancient Greek
Book 4
Alypius, Isagoge musica 4.7. Φρυγίου τρόπου σημεῖα κατὰ τὸ ἐναρμόνιον γένος.
Not analysed yet
Προσλαμβανόμενος ἰῶτα πλάγιον καὶ ει τετράγωνον ὑπάτη ὑπάτων ζῆτα ἐλλεπὲς καὶ ταῦ πλάγιον παρυπάτη ὑπάτων δίγαμμον καὶ ταῦ ἀνεστραμμένον λιχανὸς ὑπάτων ἐναρμόνιος δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον ὑπάτη μέσων φῖ καὶ δίγαμμον παρυπάτη μέσων υ καὶ δίγαμμον ἀνεστραμμένον λιχανὸς μέσων ἐναρμόνιος ταῦ καὶ δίγαμμον ἀπεστραμμένον μέση μῦ καὶ πῖ καθειλκυσμένον τρίτη συνημμένων λάμβδα καὶ ἡμίδελτα πλάγιον παρανήτη συνημμένων ἐναρμόνιος κάππα καὶ ἡμίδελτα καθειλκυσμένον νήτη συνημμένων γάμμα καὶ νῦ παράμεσος ἰῶτα καὶ λάμβδα πλάγιον τρίτη διεζευγμένων θῆτα καὶ λάμβδα ἀνεστραμμένον παρανήτη διεζευγμένων ἐναρμόνιος ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον νήτη διεζευγμένων ω τετράγωνον ὕπτιον καὶ ζῆτα τρίτη ὑπερβολαίων ψῖ κάτω νεῦον καὶ ἡμίαλφα δεξιὸν κάτω νεῦον παρανήτη ὑπερβολαίων ἐναρμόνιος χῖ διεφθορὸς καὶ ἡμίαλφα ἀριστερὸν κάτω νεῦον νήτη ὑπερβολαίων μῦ καὶ πῖ καθειλκυσμένον, ἐπὶ τὴν ὀξύτητα