Ancient Greek
Book 4
Alypius, Isagoge musica 4.8. Ὑποφρυγίου τρόπου σημεῖα κατὰ τὸ ἐναρμόνιον γένος.
Not analysed yet
Προσλαμβανόμενος σίγμα διπλοῦν ἀπεστραμμένον καὶ σίγμα διπλοῦν ὑπάτη ὑπάτων ου κάτω γραμμὴν ἔχον καὶ ἦτα παρυπάτη ὑπάτων ξῖ διπλοῦν πλάγιον καὶ πῖ διπλοῦν ἀνεστραμμένον λιχανὸς ὑπάτων ἐναρμόνιος ἀντίνυ καὶ πῖ διπλοῦν (p. 55) ὑπάτη μέσων ζῆτα ἐλλειπὲς καὶ ταῦ πλάγιον παρυπάτη μέσων δίγαμμον καὶ ταῦ ἀνεστραμμένον λιχανὸς μέσων ἐναρμόνιος δέλτα ἀνεστραμμένον καὶ ταῦ πλάγιον ἀπεστραμμένον μέση φῖ καὶ δίγαμμον τρίτη συνημμένων υ καὶ δίγαμμον ἀνεστραμμένον παρανήτη συνημμένων ἐναρμόνιος ταῦ καὶ δίγαμμον ἀπεστραμμένον νήτη συνημμένων μῦ καὶ πῖ καθειλκυσμένον παράμεσος σίγμα καὶ σίγμα τρίτη διεζευγμένων ῥῶ καὶ σίγμα ἀνεστραμμένον παρανήτη διεζευγμένων ἐναρμόνιος πῖ καὶ σίγμα ἀπεστραμμένον νήτη διεζευγμένων ἰῶτα καὶ λάμβδα πλάγιον τρίτη ὑπερβολαίων θῆτα καὶ λάμβδα ἀνεστραμμένον παρανήτη ὑπερβολαίων ἐναρμόνιος ἦτα καὶ λάμβδα πλάγιον ἀπεστραμμένον νήτη ὑπερβολαίων ω τετράγωνον ὕπτιον καὶ ζῆτα