Ancient Greek
Play Apo, lines Fragment tit-4
Amipsias Comic., Fragmenta Fragment tit-4
Not analysed yet
ΑΠΟΚΟΤΤΑΒΙΖΟΝΤΕΣ.
Ἐγὼ δ' ἰὼν πειράσομαι
εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν. Β. ἧττον γὰρ οὖν
νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
Ἡ Μανία, φέρ' ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρ' ἐγχέασα θὔδατος.
Ἐγὼ δὲ πᾶσίν εἰμι πέντε καὶ δύο.
Δυοῖν ὀβολοῖν ἔγχουσα καὶ ψιμύθιον.