Ancient Greek
Play Kon, lines Fragment tit-4
Amipsias Comic., Fragmenta Fragment tit-3-4
Not analysed yet
ΚΟΝΝΟΣ.
Σώκρατες ἀνδρῶν βέλτιστ' ὀλίγων, πολλῶν δὲ ματαιόταθ', ἥκεις
καὶ σὺ πρὸς ἡμᾶς καρτερικός τ' εἶ; πόθεν ἄν σοι χλαῖνα γένοιτο;
Β. τουτὶ τὸ κακὸν τῶν σκυτοτόμων κατ' ἐπήρειαν γεγένηται.
οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτ' ἔτλη κολακεῦσαι.
Ὥστε ποιοῦντες
χρησμοὺς αὐτοὶ διδόασ' ᾄδειν
Διοπείθει τῷ παραμαινομένῳ.
Δίδοται μάλισθ' ἱερώσυνα,
κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ' ἀριστερά.
Ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βορά.